Σύντομο ἀφιέρωμα ἐπὶ τῇ ἑκατονετηρίδι
ἀπὸ τῆς ὁσιακῆς κοιμήσεως τοῦ Ἁγίου
(1920-2020)
«…Kαθ’ ἑκάστην μακαρίζω τοὺς ἀφιερωθέντας τῷ Θεῷ καὶ ἐν αὐτῷ ζῶντας καὶ κινουμένους καὶ ὄντας. Τί ἀληθῶς τῆς πολιτείας ταύτης τιμιώτερον ἢ τί λαμπρότερον; Αὕτη καλλιτεχνεῖ τὴν εἰκόνα καὶ προσδίδει αὐτῇ τὸ ἀρχέτυπον κάλλος, αὕτη εἰς μακαριότητα ἄγει, αὕτη μυστήρια ἀποκαλύπτει, αὕτη διδάσκει, αὕτη ἔναυλον τῇ καρδίᾳ τὸν θεῖον λόγον ποιεῖ, αὕτη ἀσφαλῶς πρὸς τὸ ποθεινότατον τέλος ἄγει, αὕτη οὐρανοβάμονα τὸν ἄνθρωπο καθιστᾶ, αὕτη μελωδίαν ἄπαυστον τὴν ἀναπνοὴν ἀπεργάζεται, αὕτη ἁρμονίαν τὸν βίον ἅπαντα ἀναδεικνύει, αὕτη τοῖς ἀγγέλοις συνάπτει, αὕτη θεοείκελον τὸν ἄνθρωπον ἐμφαίνει, αὕτη τὸ θεῖον προσοικειοῦται..».