Ἀπὸ τὸ Θεοτοκάριον τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως τοῦ ἐν Αἰγίνῃ
Ψυχὴν κατακαμτωμένην δυσφοροτάτῳ φορτίῳ
τῷ τῶν πταισμάτων καὶ πάνυ συγκύπτουσαν, ὦ Παρθένε,
ἀνόρθωσον ἡ Σωτῆρα τεκοῦσα τὸν ἀνορθοῦντα
πειθόμενον Σοὶ γὰρ ἔχεις τῇ μητρικῇ παρρησίᾳ.
Ἐσπιλωμένον κηλῖσι ἁμαρτιῶν μου, Παρθένε,
κατεγνωσμένον τε ὄντα παρανομίαις παντοίαις,
ἴδε καὶ μὴ ἀπορρίψῃς ἀπὸ προσώπου Σου, Κόρη,
Σὺ γὰρ ὑπάρχεις ἐλπίς μου, προστάτις καὶ σωτηρία.
Ἄνοιξόν μοι μετανοίας θύραν, Παρθένε Μαρία,
δός μοι πηγὴν τῶν δακρύων, κατάνυξίν τε παράσχου,
εὐστάθειαν διανοίας, καὶ σωφρονοῦσαν καρδίαν·
Σὲ γὰρ βεβαίαν καὶ μόνην ἐπέγνωκα προστασίαν.