Παντὶ τῷ πληρώματι τῆς Ἐκκλησίας
«Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν ἔγερσιν Χριστοῦ ἐν ᾧ ἐστερέωται».
Τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Ἡ λαμπρά καὶ φωτοφόρος ἡμέρα τῆς Ἀναστάσεως καὶ πάλιν ἐπέλαμψε. Ἀνέτειλεν ἐκ τοῦ τάφου ὡραῖος ὁ τῆς Δικαιοσύνης ἥλιος. Καταυγάζονται αἱ ψυχαὶ τῶν πιστῶν διὰ τοῦ φωτὸς τῆς Χάριτος. Ἀναστάσιμος χαρά πλημμυρίζει τοὺς πρὶν νηστεύοντας καί πενθοῦντας.