Ἀνακοινώσεις

Ἐγκύκλιος ἐγκαθιδρύσεως τοῦ νέου Ἀρχιεπισκόπου

Ἀριθμός Πρωτ.  763

 

ΕΓΚΥΚΛΙΟΣ

Πρὸς ἅπαντα τὸν Ἱερὸν Κλῆρον καὶ τὸν λαὸν τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς Ἀθηνῶν

Εὐλαβέστατοι Ἱερεῖς, ἐντιμώτατοι ἄρχοντες, τιμιώτατοι ἐπίτροποι καὶ λοιποί πάντες εὐλογημένοι χριστιανοί τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς Ἀθηνῶν, οἱ διακρατοῦντες τὰς ἱεράς παραδόσεις, χάρις εἴη ὑμῖν καὶ εἰρήνη παρά Θεοῦ, παρ’ ἡμῖν δὲ εὐχή καὶ εὐλογία.

Τοῦ μακαρίᾳ τῇ λήξει γενομένου ἀοιδίμου Ἀρχιεπισκόπου καὶ Ποιμενάρχου ὑμῶν κυροῦ Χρυσοστόμου τελευτήσαντος καί εἰς τὰς ἐκεῖσε μονάς μεταστάντος, οἱ Σεβασμιώτατοι καὶ Θεοφιλέστατοι Ἀρχιερεῖς, οἱ συγκροτοῦντες τὴν Ἱεράν Σύνοδον τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, ἀξιοχρέως ἐποιήσαντο πρόνοιαν περὶ τῆς ἐκλογῆς καὶ ἀποκαταστάσεως καταλλήλου καὶ ἀξίου Ἱεράρχου, πρὸς ἀνάληψιν τῆς ἀρχιερατικῆς προστασίας καὶ ποιμαντικῆς ράβδου τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς.

Ψήφων τοίνυν κανονικῶν γενομένων τὴν πρωΐαν τῆς σήμερον 22ας Σεπτεμβρίου ἐνεστῶτος ἔτους, εἰς τόν ἱστορικόν Ἱερόν Ναόν Ἁγίας Παρασκευῆς Ἀθηνῶν, μετά τὴν τέλεσιν τῆς θείας λειτουργίας, ὑπὸ τοῦ νεωτέρου κατά τήν τάξιν Ἀρχιερέως Θεοφιλεστάτου Ἐπισκόπου Βρεσθένης κ. Θεοδοσίου καὶ τὴν ἐπίκλησιν τῆς χάριτος τοῦ Ἁγίου Πνεύματος, ἐξελέγη ὁ μέχρι τοῦδε Μητροπολίτης Ἀχαΐας καί πάσης Πελοποννήσου ἀγαπητὸς ἡμῖν ἐν Χριστῷ ἀδελφὸς κ. Καλλίνικος, ἀνήρ κόσμιος καὶ ἱεροπρεπῆς, τὰ θεῖα καλῶς ἐξησκημένος, παιδείᾳ κεκοσμημένος ἐκκλησιαστικῇ τε καὶ θύραθεν, φρονήσει καὶ ἱκανότητι συγκεκροτημένος, ἔνθεον ζῆλον ἅμα τέ καὶ πεῖραν ποιμαντικήν κεκτημένος, δυνάμενος δὲ διὰ τοῦτο συντελέσαι εἰς τὴν αἰσίαν τῶν πάντων συγκρότησιν καὶ διευθέτησιν καὶ παγίωσιν· ὅς καὶ ἐκλεγεὶς ἀνεδείχθη γνήσιος καὶ κανονικὸς Ἀρχιεπίσκοπος τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν Ἀθηνῶν.

Ὅθεν, καὶ διὰ τοῦ παρόντος ἡμετέρου Συνοδικοῦ γράμματος, κοινοποιοῦντες τοῦτο πᾶσιν ὑμῖν τοῖς ἐν τῇ ἐπαρχίᾳ ταύτῃ εὐλογημένοις χριστιανοῖς καὶ ἐγκαρδίως συγχαίροντες, εὐχόμεθα καὶ εὐλογοῦμεν πατρικῶς καὶ παραγγέλλομεν ἐκκλησιαστικῶς ὅπως τὸν ἐξονομασθέντα Μακαριώτατον Ἀρχιεπίσκοπον ὑμῶν Ἀθηνῶν, ἀγαπητὸν ἡμῖν ἐν Χριστῷ ἀδελφὸν καὶ συλλειτουργὸν κ.κ. Καλλίνικον, ἐρχόμενον νῦν  ταῖς εὐχαῖς τῆς Ἱερᾶς  Συνόδου, ὑποδέξησθε μετὰ τῆς ἀνηκούσης τῷ ἀρχιερατικῷ καὶ ποιμαντορικῷ αὐτοῦ χαρακτῆρι τιμῆς, ὡς γνήσιον καὶ νόμιμον ὑμῶν Ἀρχιερέα καὶ πνευματικόν πατέρα καί ποιμένα, καὶ μνημονεύητε τοῦ κανονικοῦ αὐτοῦ ὀνόματος ὡς νενόμισται, ἐν πάσαις ταῖς ἱεραῖς τελεταῖς καὶ ἀκολουθίαις, πειθόμενοι καὶ ὑποτασσόμενοι ταῖς ἀρχιερατικαῖς αὐτοῦ συμβουλαῖς καὶ ὑποθήκαις, ὡς ἀφορώσαις εἰς τὴν ψυχικὴν ὑμῶν ὠφέλειαν καὶ σωτηρίαν καὶ εἰς τὴν ἀπαρέγκλιτον φυλακήν τῶν πατρῴων δογμάτων καὶ παραδόσεων, συνεργαζόμενοί τε μετά τῆς αὐτοῦ Μακαριότητος ἐν ἀγάπῃ καὶ συμπνοίᾳ καὶ ἐν γένει συντελοῦντες φιλευσεβῶς εἰς τὴν πρόοδον καὶ προκοπήν τῶν τῆς Ἱερᾶς ὑμῶν Ἀρχιεπισκοπῆς ἐνοριακῶν καὶ λοιπῶν ἐκκλησιαστικῶν πραγμάτων. Γέγραπται γάρ: «Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με» (Λουκ. Ι’ 16) καὶ «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.» (Ἑβρ. ΙΓ’ 17).

Προσεπιδαψιλεύοντες δέ ἐπί τούτοις πᾶσιν ὑμῖν τὰς εὐχάς καί εὐλογίας τῆς Ἱερᾶς ἡμῶν Συνόδου, εὐχόμεθα ὅπως ὁ Δοτήρ παντός ἀγαθοῦ παρέχει ὑμῖν πάντοτε πλουσίας τάς δωρεάς τε καί χάριτας Αὐτοῦ, οὗ ἡ χάρις καί τό ἄπειρον ἔλεος εἴη μετά πάντων ὑμῶν.

 

Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ

Ὁ Τοποτηρητής

†  Ὁ Θεσσαλονίκης καὶ Δημητριάδος ΜΑΞΙΜΟΣ

 

Τὰ Μέλη

†  Ὁ Ἀττικῆς καὶ Διαυλείας ΑΚΑΚΙΟΣ

†  Ὁ Ἀχαΐας καί πάσης Πελοποννήσου, νῦν δέ ἐψηφισμένος Ἀρχιεπίσκοπος Ἀθηνῶν ΚΑΛΛΙΝΙΚΟΣ

†  Ὁ Λαρίσης καί Πλαταμῶνος ΑΘΑΝΑΣΙΟΣ

†  Ὁ Εὐρίπου καὶ Εὐβοίας ΙΟΥΣΤΙΝΟΣ

†  Ὁ Ἀμερικῆς  ΠΑΥΛΟΣ

†  Ὁ Πειραιῶς καὶ Σαλαμῖνος ΓΕΡΟΝΤΙΟΣ

†  Ὁ Ἀττικῆς καὶ Βοιωτίας ΧΡΥΣΟΣΤΟΜΟΣ

†  Ὁ Χριστιανουπόλεως ΓΡΗΓΟΡΙΟΣ

†  Ὁ Μαραθῶνος ΦΩΤΙΟΣ

†  Ὁ Βρεσθένης ΘΕΟΔΟΣΙΟΣ

 

Ἐν ἔτει σωτηρίῳ 2010 τῇ 22ῃ Σεπτεμβρίου/ 5 ῃ Ὀκτωβρίου

Τῇ ἐντολῆ τῆς Ἱερᾶς Συνόδου

 

ΑΚΡΙΒΕΣ  ΑΝΤΙΓΡΑΦΟΝ

 

Ὁ Γραμματεύς

†  Ὁ Μαραθῶνος ΦΩΤΙΟΣ

{backbutton}