topbanner

Εὐχὴ διὰ τὴν παροῦσαν τῶν πολέμων θλῖψιν

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, οἴδαμεν ὅτι οὐκ ἐσμὲν ἄξιοι ἀτενίσαι τὰ ὄμματα ἡμῶν ἐνώπιόν Σου καὶ ἐπικαλεῖσθαι τὸ πάντιμον ὄνομά Σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, μὴ φυλάξαντες τὰ προστάγματά Σου· ἀλλὰ θαρροῦντες εἰς τὴν ἄμετρόν Σου φιλανθρωπίαν, προσπίπτομέν Σοι τῷ εἰπόντι διδόναι παντὶ τῷ αἰτοῦντι καὶ ἀνοίγειν παντὶ τῷ κρούοντι· ἰδοὺ γάρ, Κύριε, κρούομεν νῦν τὴν θύραν τοῦ ἐλέους Σου. Ἐκ τοῦ ἐπηρμένου Θρόνου τῆς Μεγαλωσύνης Σου ἐπίβλεψον ἐπὶ τὴν ταπείνωσιν ἡμῶν καὶ κλίνας τὸ εὐήκοον οὖς Σου ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς, ὅτι συνεχόμεθα θλίψει ὁρῶντες ἐγειρόμενον ἔθνος ἐπὶ ἔθνος καὶ βασιλείαν ἐπὶ βασιλείαν, τὸν δὲ ἄνθρωπον λαβόντα μάχαιραν, ὡς πάλαι ὁ μιαιφόνος Κάϊν, καὶ κινούμενον κατὰ τοῦ ἀνθρώπου ζητοῦντα τοῦ θανατῶσαι αὐτόν, ὥστε πληρωθῆναι τὸ ρηθέν ὑπὸ τοῦ προφήτου Σου, λέγοντος· πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν. Διό, πάλιν δεόμεθά Σου, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κατὰ τὴν θείαν Σου γέννησιν ἐκ τῆς Ἀειπαρθένου Μαρίας τοῖς Ἀγγέλοις Σου ἐντειλάμενος τοῦ ὑμνεῖν Σε καὶ λέγειν· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκίᾳ· καὶ μετὰ τὴν τριήμερόν Σου ἐκ νεκρῶν Ἀνάστασιν τοῖς ἁγίοις σου Μαθηταῖς καὶ Ἀποστόλοις τὴν εἰρήνην Σου χορηγήσας, ἵλεως γενοῦ τῷ πλάσματί Σου καὶ ὡς μόνος τῆς Εἰρήνης Βασιλεὺς τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην χορήγησον πάσῃ τῇ οἰκουμένῃ, φωτίσας τοὺς δοκοῦντας ἄρχειν τῶν ἐθνῶν· τοὺς πολεμουμένους ἐνίσχυσον, τοὺς ἀδίκως θανόντας ἀνάπαυσον, τοὺς τῶν οἰκείων θάνατον θρηνοῦντας παραμύθησον, τοὺς πολέμους παῦσον, καὶ τὸ ὑπόλοιπον τοῦ βίου εἰρηνικῶς καὶ ἐν μετανοίᾳ ἡμᾶς διανῦσαι εὐδόκησον, ἵνα πάντες δόξάν Σοι καὶ εὐχαριστίαν ἀναπέμπωμεν, ἅμα τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίω καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας· ἀμήν*.

 

 

(*) Εὐχὴ ἐγκριθεῖσα ὑπὸ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας Γ.Ο.Χ. Ἑλλάδος (Συνεδρία 8/21-10-2025) διὰ λειτουργικὴν ὡς καὶ διὰ προσωπικὴν προσευχητικὴν χρῆσιν ὑπὸ Κλήρου καὶ Λαοῦ. Λειτουργικῶς δύναται νὰ ἀναγνωσθῇ ὑπὸ τοῦ λειτουργοῦ εἰς ἐπήκοον τοῦ ἐκκλησιάσµατος πρὸ τῆς Ἀπολύσεως τῆς Θ. Λειτουργίας (πρὸ τοῦ «Εἴη τὸ ὄνοµα Κυρίου…»).