Ἀνακοινώσεις

Συνοδική Πράξις Ἁγιοκατατάξεως Ὁσίου Παχωμίου

 

ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ
Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Χίου

 

 

φιλῶν τοὺς Αὐτὸν φιλοῦντας (πρβλ. Παροιμ. η’ 17) καὶ δοξάζων τοὺς Αὐτὸν δοξάζοντας Παντοκράτωρ Κύριος (πρβλ. Α’ Βασιλ. β’ 30), ἀναδεικνύει ἐκ τοῦ Πληρώματος τῆς Ἐκκλησίας, ὅσους οὐκέτι ἁπλῶς δούλους πιστοὺς καλεῖ, οὐδὲ ἐργάτας ἀγαθούς, ἀλλὰ φίλους Αὐτοῦ γενομένους, πλουτίζει χαρίσμασι θαυμάτων καὶ ὑποδείγματα πρὸς μίμησιν ὑπὸ τῶν πιστῶν καθιστᾶ. Ἡμεῖς δὲ τὰ σημεῖα ταῦτα τῆς ἁγιότητος τῶν φίλων τοῦ Θεοῦ ὁρῶντες, πρὸς ἀρετὴν παρακινούμεθα καὶ τούτους ἐπικαλούμεθα, ὡς ἀληθῶς παρρησίαν ἔχοντας πρὸς τὸν Θεόν, ὅπως πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


πειδὴ τοίνυν εἷς ἐκ τῶν ὑπὸ Θεοῦ ἐνδοξασθέντων φίλων Αὐτοῦ, Ὀρθοδοξίᾳ κοσμούμενος καὶ ἀρετῇ διαλάμψας, ὑπῆρξεν καὶ ὁ ἐκ τῆς Μυροβόλου Χίου, καὶ δὴ ἐξ Ἐλάτας τῆς κώμης καταγώμενος, καὶ ἐν τῷ Προβατείῳ Ὄρει διαπρέψας, Γέρων Παχώμιος, ὁ κατὰ κόσμον κληθεὶς Παναγιώτης Ἀρελλᾶς, διαφυγῶν τῆς θανατικῆς καταδίκης, ἐκ τῆς τῶν Ἀγαρηνῶν φυλακῆς ἀποδράσας, καὶ ἀποταξάμενος ἅμα τῇ ματαιότητι τοῦ βίου καὶ πάσαις ταῖς βιοτικαῖς μερίμναις, τῆς μοναδικῆς πολιτείας τὴν ἀγαθὴν μερίδα ἐκλεξάμενος, χρηματίσας δὲ τῆς ἐν Χριστῷ εὐσεβείας ἐν διδαχαῖς κῆρυξ θεόσοφος καὶ διδάσκαλος, καθοδηγητὴς Μοναχῶν καὶ κτίτωρ Ἱερῶν Μοναστηρίων, καταρτίσας δὲ τὸ λογικὸν Ποίμνιον τοῦ Χριστοῦ τὸ κλυδωνιζόμενον, ἐκ μὲν τῆς ἀμαθείας ἕνεκα τῆς τῶν Ἀγαρηνῶν δουλείας, ἐκ δὲ τῆς τῶν αἱρετικῶν διδασκάλων ἐπιβουλῆς, ἀλλὰ καὶ τῆς τότε μόλις ἀναφυομένης παναιρέσεως τοῦ Οἰκουμενισμοῦ τὸν ἀγῶνα ἀρξάμενος, καὶ ὑπερμαχήσας ἔργῳ καὶ λόγῳ τῆς Πατροπαραδότου Πίστεως ἄχρι γήρατος, ἕως οὗ καὶ τὸν βίον αὐτοῦ τῇ ιδ’ Ὀκτωβρίου τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ καὶ πέμπτου σωτηρίου ἔτους ἐτελεύτησε, θεμελιωθείσης δ᾿ οὕτω περὶ αὐτοῦ αὐθορμήτως ὑπὸ συγχρόνων καὶ μεταγενεστέρων τῆς ἀναγνωρίσεως αὐτοῦ ὡς Ὁσίου καὶ Θαυματουργοῦ, καὶ τιμηθέντος ἤδη πρὸ ἐτῶν δι᾿ ἐκκλησιαστικῆς Ἀκολουθίας, πρὸς δὲ λαβόντες ὑπ᾿ ὄψιν καὶ ὅσα δι᾿ ἀναφορᾶς αὐτοῦ καὶ εἰσηγήσεως ἐξέθεσε καὶ Συνοδικῶς ἐβεβαιώσατο ὁ Σεβασμιώτατος Μητροπολίτης Ἀττικῆς καὶ Βοιωτίας κύριος Χρυσόστομος, περὶ κατατάξεως τοῦ εἰρημένου Γέροντος ἐν τῇ τῶν Ὁσίων καί Ὁμολογητῶν χορείᾳ διατυπούμενος, ἡ ἐλαχιστότης ἡμῶν ἁπάντων τῶν Ἱεραρχῶν τῶν συγκροτούντων τὴν Ἁγίαν καὶ Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, ἀπιδόντες πρὸς τὴν θεάρεστον αὐτοῦ βιοτὴν καὶ πολιτείαν, τοὺς ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως καὶ εὐσεβείας ἀτρύτους αὐτοῦ ἀγῶνας καὶ καμάτους, καὶ περὶ τῆς πνευματικῆς ὠφελείας τῶν πιστῶν πρόνοιαν ποιούμενοι, καὶ διαφημισθείσης τῆς φήμης πρὸς ἡμᾶς, ὅτι τὰ τίμια αὐτοῦ Λείψανα, ἐν τῇ Ἱερᾷ Σκήτῃ τοῦ Προβατείου Ὄρους τῆς Χίου, ἔνθα ὁ μακάριος ἠσκήτευσε καὶ ἐτάφη, ἐντὸς ἱερᾶς θήκης φυλάσσονται καὶ εἰς προσκύνησιν ὑπὸ τῶν πιστῶν πρὸς ἁγιασμὸν αὐτῶν ἤδη τίθενται, καὶ ὅτι θαυμάτων παρεκτικὰ ταῦτα ὁ Κύριος ἀνέδειξεν, ἔγνωμεν συνῳδὰ τοῖς πρὸ ἡμῶν Θείοις Πατράσι τῷ κοινῷ τῆς ᾿Εκκλησίας ἔθει κατακολουθοῦντες, τὴν προσήκουσαν τοῖς ἁγίοις ἀνδράσι καὶ τούτῳ ἀπονεῖμαι τιμήν.


Διὸ καὶ ἀποφαινόμεθα Συνοδικῶς, θεσπίζομεν καὶ διορίζομεν καὶ ἐν Ἁγίῳ διακελευόμεθα Πνεύματι, ὅπως ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς εἰς αἰῶνα τὸν ἅπαντα, ὁ προῤῥηθεὶς ἀοίδιμος Γέρων Παχώμιος ὁ Χῖος, συναριθμῆται τῷ χορῷ τῶν Ὁσίων καὶ Ὁμολογητῶν τῆς Ἐκκλησίας, ἐτησίαις ἱεροτελεστίαις καὶ ἀγιστείας τιμώμενος παρὰ τοῦ εὐσεβοῦς πληρώματος τῶν πιστῶν καὶ ὕμνοις ᾀσμάτων καὶ ἐγκωμίοις γεραι-ρόμενος τῇ ιδ’ Ὁκτωβρίου, ἐν ᾗ τὸν βίον αὐτοῦ ἐτελεύτησεν, εἰς τιμὴν μὲν αὐτοῦ, δόξαν δὲ τοῦ ἐν Ἁγίοις θαυμαστοῦ Θεοῦ ἡμῶν, τοῦ τοὺς Ἁγίους δοξάζοντος καὶ ἐνδοξαζομένου ἐν ταῖς ἁγίαις αὐτῶν μνήμαις καὶ ἱεραῖς πανηγύρεσι.


Εἰς ἔνδειξιν δὲ τούτου καὶ βεβαίωσιν ἐγένετο καὶ ἡ παροῦσα Συνοδικὴ ἡμῶν Πρᾶξις, καταστρωθεῖσα καὶ ὑπογραφεῖσα ἐν τῷ ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγιωτάτης Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, τῇ ε’ τοῦ μηνὸς Σεπτεμβρίου τοῦ ἔτους δισχιλοστοῦ καὶ δεκάτου τετάρτου.


βεβαιώθη ἐν Χίῳ, ἐν ἔτει σωτηρίῳ δισχιλιοστῷ καὶ δεκάτῳ τετάρτῳ,
κατὰ μῆνα Ὀκτώβριον, τῇ δεκάτῃ Τετάρτῃ.

DiakOsPahomiou