Ἀνακοινώσεις

ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ

ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ
Τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἰωσὴφ τοῦ ἐκ Δεσφίνης

«νεδρεύσωμεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν· ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει· ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν· βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος» (Σοφ. Σολ. Β΄ 12-14), λέγει ὁ Σοφὸς Σολομῶν, περιγράφων τὴν ἀντίδρασιν τῶν παρανομούντων εἰς τὸν δίκαιον ἔλεγχον ὑπὸ τῶν ἐναρέτων. Ἀντίδρασις, ἡ ὁποία ὁδηγεῖ τούτους καὶ εἰς τὸν φόνον τοῦ δικαίου ὑπὸ τῶν ἐλεγχομένων, ὅπως ἐν συνεχείᾳ ἀναφέρεται: «ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ· θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν, ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.» (Σοφ. Σολ. Β΄ 19-20).


πειδὴ τοίνυν εἷς μιμητὴς τοῦ βίου τοῦ Τιμίου Προδρόμου ἐλεγκτὴς τῶν παρανόμων ἰσχυρῶν γεγονώς, Ὀρθοδόξῳ ζήλῳ κοσμούμενος καὶ ἀρετῇ διαλάμψας, ὑπῆρξεν καὶ ὁ ἐκ Δεσφίνης Παρνασσίδος καταγόμενος Ἰωσήφ, ὁ κατὰ κόσμον κληθεὶς Ἰωάννης Ἀντωνίου, ἀποταξάμενος τῷ κόσμῳ καὶ τῇ ματαιότητι τοῦ βίου ἠκολούθησε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τῆς Μοναδικῆς Πολιτείας, κοσμηθεὶς δὲ διὰ τῆς χάριτος τῆς Ἱερωσύνης ἐγένετο διαπρύσιος τῆς Ὀρθοδοξίας κῆρυξ καὶ διὰ τὸν λόγον τοῦτον πεῖραν ἔλαβε δεσμῶν καὶ φυλακῆς καὶ ποικίλων διώξεων ὑπὸ τῶν ἀστυνομικῶν ὀργάνων. Γενόμενος δὲ Λειτουργὸς τῶν Γνησίων Ὀρθοδοξων Χριστιανῶν τῆς ὀρεινῆς Κορινθίας εἰς καιρὸν πολέμου καὶ ἐμφυλίου σπαραγμοῦ, ἤλεγξε τὴν ἀδελφοκτόνον τακτικὴν τῶν ἀθέων κρατούντων τῆς περιοχῆς· διὰ τοῦτο συνελήφθη, ἐβασανίσθη καὶ ἐξετελέσθη ὑπ’ αὐτῶν τῇ κβ΄ Ἰουλίου τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ τεσσαρακοστοῦ τετάρτου ἔτους, ἐνῷ τὰ ἱερὰ Αὐτοῦ Λείψανα εὑρέθησαν ἔπειτα θαυματουργικῶς. Ἐπειδὴ τοίνυν ἤδη ἐν Πελοποννήσσῳ, ἀπὸ τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ ὀγδοηκοστοῦ ὀγδόου ἔτους, κατόπιν Ἀποφάσεως τοῦ τότε Μητροπολίτου Ἀχαΐας καὶ πάσης Πελοποννήσου καὶ νῦν Ἀρχιεπισκόπου Ἀθηνῶν καὶ πάσης Ἑλλάδος κ. Καλλινίκου, ὁ μακάριος Ἰωσὴφ ὁ ἐκ Δεσφίνης τοπικῶς τιμᾶται ὡς Ἅγιος, καὶ Εἰκόνες Αὐτοῦ ἱστοροῦνται καὶ Θαύματα μαρτυροῦνται, πρὸς δὲ λαβόντες ὑπ᾿ ὄψιν καὶ ὅσα δι᾿ Ἀναφορᾶς αὐτοῦ καὶ Εἰσηγήσεως ἐξέθεσε καὶ Συνοδικῶς ἐβεβαιώσατο ὁ Θεοφιλέστατος Ἐπίσκοπος Μαραθῶνος κύριος Φώτιος, περὶ κατατάξεως τοῦ ἀοιδίμου Ἰωσὴφ ἐν τῇ τῶν Ἁγίων Ἱερομαρτύρων χορείᾳ διατυπούμενος, ἡ ἐλαχιστότης ἡμῶν ἁπάντων τῶν Ἱεραρχῶν τῶν συγκροτούντων τὴν Ἁγίαν καὶ Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, ἀπιδόντες πρὸς τὴν θεάρεστον αὐτοῦ ἄθλησιν, καὶ περὶ τῆς πνευματικῆς ὠφελείας τῶν πιστῶν πρόνοιαν ποιούμενοι, καὶ γνωστοῦ γενομένου πρὸς ἡμᾶς, ὅτι τὰ Τίμια Αὐτοῦ Λείψανα ἐν τῇ Ἱερᾷ Μονῇ Ἁγίας Σκέπης Κερατέας Ἀττικῆς ἐντὸς ἱερᾶς θήκης φυλάσσονται καὶ μαρτυρικοῦ Σκηνώματος τιμὴν ἤδη ἀποδέχονται, ἔγνωμεν συνῳδὰ τοῖς πρὸ ἡμῶν Θείοις Πατράσι, τῷ κοινῷ τῆς ᾿Εκκλησίας ἔθει κατακολουθοῦντες, τὴν προσήκουσαν τοῖς ἁγίοις Ἱερομάρτυσι καὶ τούτῳ ἀπονεῖμαι τιμήν.


Διὸ καὶ ἀποφαινόμεθα Συνοδικῶς, θεσπίζομεν καὶ διορίζομεν καὶ ἐν Ἁγίῳ διακελευόμεθα Πνεύματι, ὅπως ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς εἰς αἰῶνα τὸν ἅπαντα, ὁ προῤῥηθεὶς ἀοίδιμος Ἰωσὴφ συναριθμῆται τῷ χορῷ τῶν Ἁγίων Ἀθλοφόρων καὶ Ἱερομαρτύρων τῆς Ἐκκλησίας, ἐτησίαις ἱεροτελεστίαις καὶ ἀγιστείας τιμώμενος παρὰ τοῦ εὐσεβοῦς Πληρώματος τῶν πιστῶν καὶ ὕμνοις ᾀσμάτων καὶ ἐγκωμίοις γεραιρόμενος τῇ κβ΄ Ἰουλίου, ἐν ᾗ τὸν βίον αὐτοῦ ἐτελεύτησεν, εἰς τιμὴν μὲν αὐτοῦ, δόξαν δὲ τοῦ ἐν Ἁγίοις θαυμαστοῦ Θεοῦ ἡμῶν, τοῦ τοὺς Ἁγίους δοξάζοντος καὶ ἐνδοξαζομένου ἐν ταῖς ἁγίαις αὐτῶν μνήμαις καὶ ἱεραῖς πανηγύρεσι.


Εἰς ἔνδειξιν δὲ τούτου καὶ βεβαίωσιν ἐγένετο καὶ ἡ παροῦσα Συνοδικὴ ἡμῶν Πρᾶξις, καταστρωθεῖσα καὶ ὑπογραφεῖσα ἐν τῷ ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγιωτάτης Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, τῇ ε’ τοῦ μηνὸς Σεπτεμβρίου τοῦ ἔτους δισχιλοστοῦ καὶ δεκάτου τετάρτου.


βεβαιώθη ἐν Ἀθήναις, ἐν ἔτει σωτηρίῳ δισχιλιοστῷ καὶ δεκάτῳ πέμπτῳ, κατὰ μῆνα Ἰούλιον, τῇ εἰκοστῇ δευτέρᾳ.