Τᾶξις ἀποδοχῆς λαϊκοῦ ἐκ σχίσματος

ΤΑΞΙΣ
ΕΠΙ ΔΙΑ ΧΡΙΣΜΑΤΟΣ ΑΠΟΔΟΧΗΣ ΛΑΪΚΟΥ
ΠΡΟΕΡΧΟΜΕΝΟΥ ΕΚ ΣΧΙΣΜΑΤΟΣ ΚΑΙ ΕΝΟΥΜΕΝΟΥ Τῌ ΕΚΚΛΗΣΙᾼ



Α. Ἐξομολόγησις -Κατήχησις

       Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
       Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
      Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
       Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
       Δόξα... Καὶ νῦν...
       Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
       Δόξα Πατρὶ... Καὶ νῦν...
       Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
        Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
        Ἀμήν.Κύριε ἐλέησον ιβ'
        Δόξα Πατρὶ... Καὶ νῦν...
       Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
       Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
        Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.


        Ψαλμὸς Ν΄
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου,
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με,
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς,
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε,
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου,
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι,
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι,
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα,
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον,
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου ,
μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ,
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με,
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν,
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις,
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει,
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ,
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.


      Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.


       Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.


Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν [δεῖνος], τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ νῦν προσερχόμενου (τῆς νῦν προσερχομένης) ἑνωθῆναι τῇ Ἁγίᾳ τοῦ Χριστοῦ Ἐκκλησίᾳ καὶ τῆς σωτηρίας αὐτοῦ (αὐτῆς), τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτὸν (αὐτὴν) τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

 

Εἶτα ὁ προσερχόμενος ἐξομολογεῖται τὰ ἁμαρτήματα αὐτοῦ, κατηχητεῖται δὲ καὶ καθοδηγεῖται ὑπό τοῦ Πνευματικοῦ εἰς τὰ τῆς Ὀρθοδόξου πίστεως.

Εἶτα ὁ Πνευματικός ἀναγινώσκει τὴν εὐχήν  ἐπί μετανοούντων:

         Ὁ Θεὸς τῶν δυνάμεων, ὁ ἰώμενος πᾶσαν νόσον ἐν τῷ λαῷ, ἱλάσθητι τῷ δούλῳ σου (..............)· ἐπιτίμησον τοῖς ἀκαθάρτοις δαίμοσιν, σύντριψον τὸν σατανᾶν ὑπὸ τοὺς πόδας τοῦ δούλου σου καὶ ἐγκαίνισον τῷ ἁγιῳ σου Πνεύματι, ἕνωσον αὐτόν τῇ ἁγίᾳ σοῦ Ἐκκλησίᾳ καὶ πάσης ἐνεργείας τοῦ ἀντικειμένου λυτρωσάμενος, παράστησον τοῖς ἁγίοις σου θυσιαστηρίοις καὶ τῶν ἐπουρανίων καὶ ζωοποιῶν μυστηρίων καταξίωσον.
         Ὅτι σὺ εἶ Θεός τῶν μετανούντων καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


        Καὶ ἐὰν δὲν εἶναι εἰσέτι ἔτοιμος ἐνταχθῆναι εἰς τὴν Ἁγιωτάτην Ἐκκλησίαν τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν, ἀρνούμενος τήν ἡμερολογιακή καινοτομίαν τὴν αἵρεσιν τοῦ Οἰκουμενισμοῦ καί κάθε κοινωνίαν μετ’ αὐτοῦ ἢ βαρύνεται μέ σοβαρά ἁμαρτήματα τά ὁποία ὀφείλει νά διορθώσῃ πρὸ τῆς ἐντάξεως του εἰς τὴν Ἐκκλησίαν, εἰς τό σημεῖον τοῦτο γίνεται ἀπόλυσις. Γίνεται ὑπόδειξις εἰς τὸν προσερχόμενον νὰ νηστεύσῃ κατά δύναμιν 1-3 ἡμέρας πρὸ τῆς ἐντάξεως αὐτοῦ εἰς τὴν Ἐκκλησίαν.
       Ἐὰν εἶναι ἔτοιμος πρὸς τοῦτο, δέν γίνεται ἀπόλυσις ἀλλά συνάπτεται ἡ ὁμολογία πίστεως.

 

Β. Ὁμολογία –Χρῖσμα


        Ὁ προσερχόμενος ἐνώπιον τῆς εἰκόνος τοῦ Χριστοῦ ἀναγινώσκει τὴν κάτωθι ὁμολογίαν:
        Ἀπορρίπτω καὶ καταδικάζω: τὴν αἵρεσιν τοῦ Οἰκουμενισμοῦ καὶ τὴν χρῆσιν τοῦ νέου ἡμερολογίου εἰς τὴν θείαν λατρείαν κάθε αἵρεσιν καὶ γενικῶς ὅσα ἡ Ὀρθόδοξος Ἐκκλησία τοῦ Χριστοῦ ἀπορρίπτει καὶ καταδικάζει.
       Ὁμολογῶ καὶ ἀποδέχομαι: ἅπαντα τὰ θεῖα δόγματα καὶ ἱερᾶς παραδόσεις τῆς Ἁγίας Ὀρθοδόξου Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ γενικῶς ὅσα Αὕτη πιστεύει καὶ ἀποδέχεται, ὅτι ἡ Ἐκκλησία τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν εἰς τὴν ὁποίαν τώρα ἐντάσσομαι, εἶναι ἡ συνέχεια τῆς Μίας Ἁγίας Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας καὶ ὅτι ἀπὸ τοῦδε καὶ εἰς τὸ ἑξῆς θὰ ἀκολουθῶ τὰς διατεταγμένας νηστείας καὶ ἑορτάς κατά τὸ πατροπαράδοτον ὀρθόδοξον ἑορτολόγιον.


       Καὶ ἐπικλίναντος τοῦ προσερχομένου, ὁ Πνευματικός ἔχων τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ποιεῖ τὴν εὐχὴν ταύτην:
       Ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ὁ βουλόμενος πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πρόσδεξαι τὸν δοῦλον σου [τὸνδε] τὸν μόλις ἀνανήψαντα ἐκ τῆς πλάνης καὶ ἐπιποθήσαντα εἰς τὴν ἐπίγνωσιν ἐλθεῖν τῆς σῆς ἀληθείας· σὺ γὰρ εἶπας· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν». Ποίμανον αὐτόν ἐν τῇ δόξῃ τῆς ἀληθοῦς εἰς σὲ ἐπιγνώσεως κατὰ τὴν ἔκθεσιν τῶν ἁγίων σου καὶ ἐνδόξων ἀποστόλων, καὶ καταξίωσον αὐτὸν τῆς σφραγῖδος τοῦ θείου μύρου καὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως καὶ τῆς μεταλήψεως τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, καὶ ἀνάδειξον αὐτὸν τέλειον δοῦλόν σου, ἵνα τῇ ποίμνῃ σου συναριθμηθῇ καὶ αὐτὸς εἰς δόξαν καὶ ἔπαινον τῆς μεγαλοσύνης σου.
        Ὅτι σοῦ ἔστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πα­τρός, καί τοῦ Υἱ­οῦ, καί τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καί ἀ­εί, καί εἰς τούς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.


        Καί χρίει αὐτὸν τῶ μύρῳ σταυροειδῶς ἅπαξ εἰς τὸ μέτωπον λέγων:

«Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου. Ἀμήν».


        Αὕτη ἡ πρᾶξις ἀποτελεῖ τὴν ἐπισφράγισιν τῆς καλῆς ὁμολογίας τοῦ προσελθόντος.Ὁ Πνευματικός ἀπομάσσει διᾶ βάμβακος τὴν περίσσειαν τοῦ ἁγίου μύρου ἐκ τοῦ μετώπου καὶ Γίνεται ὑποδεικνύει εἰς τὸν προσελθόντα νὰ μὴ νίψῃ τὸ μέτωπον αὐτοῦ ἐπί τριήμερον. Μετὰ δὲ τοῦτο νὰἀπομάξῃ τὸ μέωπον διὰ βάμβακος ἐμπεπτισμένου δι’ ὀλίγου οἰνοπνεύματος, τὸ ὁποῖον προσκομίζει εἰς τὸν ναόν δι’ ἀποτέφρωσιν.

 

        Καὶ μετὰ τοῦτο ὁ Πνευματικός πάλιν ἐπεύχεται:
       Κύριε ὁ θεὸς ἡμῶν, ὁ καταξιώσας τέλειον ἀναδεῖξαι τὸν δοῦλόν σου [τόνδε] διὰ τῆς εἰς σὲ ὀρθοδόξου πίστεως καὶ τῆς σφραγῖδος τοῦ μύρου τοῦ ἁγίου· σὺ, Δέσποτα τῶν ἀπάντων, τὴν εἰς σὲ ἀληθῆ πίστιν ἐν αὐτῷ διατήρησον, αὔξων αὐτὸν ἐν δικαιοσύνῃ καὶ πάσιν τοῖς παρὰ σοῦ χαρίσμασιν κατακοσμῶν. Πάριδε οὖν, ὡς συμπαθὴς καὶ ἐλεήμων, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, ἐν τῷ βίῳ πλημεληθέντα αὐτῷ· στερέωσον αὐτόν διαμένειν ἐν τῇ Ὀρθοδόξῳ πίστει καὶ ὁμολογίᾳ σου.

     Ὅτι εὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καί με­γα­λο­πρε­πές ὄ­νο­μά σου, τοῦ Πα­τρός, καί τοῦ Υἱ­οῦ, καί τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καί ἀ­εί, καί εἰς τούς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

 

       Καὶ ποιεῖ τὴν ἀπόλυσιν.
       Δόξα σοι ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
       Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον. (γ') Πάτερ ἅγιε, εὐλόγησον.
       Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου ...... (τῆς ἡμέρας), ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
       Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον ἡμᾶς. Ἀμήν.